Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.1
Not analysed yet
Οἱ τυραννίδος ἐρῶντες τὴν οὐδαμόθεν αὐτοῖς προσήκουσαν ἁρπάζουσι δυναστείαν, ἀλλὰ τὸ μὲν τῆς βασιλείας περιτίθενται σχῆμα, τὴν ἁλουργίδα, τὸν στέφανον, τὸν θρόνον, τὸ ζεῦγος, τοὺς δορυφόρους, τὸν δὲ βασιλικὸν ζηλοῦν οὐκ ἐθέλουσι τρόπον. Οὐ γὰρ ἤπιοι ποθοῦσι καλεῖσθαι πατέρες, ἀλλὰ δεσπόται πικροί, οὐδὲ κηδεμόνες φιλάνθρωποι, ἀλλ' ἡγεμόνες παγχάλεποι. Τῷ τοι πολλάκις μὲν αὐτοὺς οἱ ἔννομοι καταλύουσι βασιλεῖς, τοὺς ὑπ' αὐτῶν παρανομουμένους οἰκτείροντες, πολλάκις δὲ καὶ στρατιῶται καὶ δῆμοι γυμνοῦσι τῆς δυναστείας, τὸ θράσος οὐ φέροντες.