Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.2
Not analysed yet
Τοῦτο καὶ δεδράκασι καὶ πεπόνθασιν οἱ παμπόνηροι δαίμονες. Τὴν γὰρ δὴ τάξιν καταλιπόντες, ἣν ἔλαχον, καὶ τὴν ἡμερωτάτην τοῦ πεποιηκότος ἀποδράσαντες δεσποτείαν, ἥρπασαν μὲν τὴν τυραννίδα, τὸ δὲ θεῖον ὄνομα σεσυληκότες, θεοὺς σφᾶς αὐτοὺς προσηγόρευσαν καὶ τὸ θεῖον σέβας σφίσι προσφέρειν τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἀνέπεισαν· εἶτα κρατῦναι τὴν δυναστείαν σπουδάζοντες, καὶ προγινώσκειν τὰ μέλλοντα καὶ προλέγειν ἐνεανιεύσαντο, ταύτῃ μάλιστα τοὺς εὐαλώτους ἀνθρώπους παρακρουόμενοι.