Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.103
Not analysed yet
Πάλαι μὲν γάρ, πρὶν δέξηται τὸ πέρας ἡ προφητεία, εἶχέ τινα πόνον τὸ πεῖσαι τοὺς τηνικαῦτα ἀνθρώπους, ὡς ἀληθῆ τὰ θεσπίσματα· ἐπειδὴ δὲ τὰ πάλαι καὶ πρόπαλαι προρρηθέντα νῦν ὁρῶμεν τετελεσμένα, καὶ τὰ ῥήματα ἐκεῖνα γενόμενα πράγματα, οὐ δεῖ πόνων ἡμῖν εἰς τὸ πεῖσαι τὰς ἀκοάς. Ἔχουσι γὰρ αὗται μαρτυροῦντα τὰ ὄμματα· καὶ περιττὸς ἡμῖν Ἡρόδοτος λέγων, ὅτι «τὰ ὦτα ὑπάρχει ἀνθρώποις ἀπιστότερα ἐόντα ὀφθαλμῶν,» Ὁρῶσι γάρ που οἱ ὀφθαλμοί, ἅπερ ἀκούει τὰ ὦτα.