Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.104
Not analysed yet
Ἐπειδὴ τοίνυν καὶ ὀλίγων προφητειῶν ἐπηκούσατε καὶ τὴν τῶν πραγμάτων ἑωράκατε μαρτυρίαν, παράθετε, ὦ ἄνδρες, τοῖς ὑμετέροις χρησμοῖς τῶν προφητῶν τὰ θεσπίσματα καὶ βοήσατε μετὰ τοῦ ἀποστόλου· «Τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;»