Ancient Greek
10.19 to 10.24
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.19-24
Not analysed yet
Καὶ Διογενιανὸς δὲ τῶν χρησμολόγων θεῶν διελέγχει τὸ ψεῦδος· λέγει δὲ οὕτως· «Ὅτι δὲ ἀποτυγχάνεται τὰ πολλὰ τοῖς καλουμένοις μάντεσιν, ὁ πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη, καὶ οὗτοί γε αὐτοὶ οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην.» Καὶ μετ' ὀλίγα· «Νῦν δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσω, ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη. Οὐ γὰρ τὸ μηδέποτε τοῦ προκειμένου τυγχάνειν, ἀλλὰ τὸ μὴ πάντοτε μηδ' ὡς ἐπὶ πλεῖστον μηδ' ὡς ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἱ διειληφότες τὰς ὑφ' ἕκαστον ὄνομα τεταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν.» Ὅτι δὲ καὶ ἀναγκαζομένους ὑπ' ἀνθρώπων καὶ τοὺς χρησμολόγους θεοὺς προλέγειν φησὶν ὁ Πορφύριος, ἃ προλέγουσιν, εὐπετὲς τῷ βουλομένῳ μαθεῖν ἐξ ἐκείνου αὐτοῦ τοῦ ξυγγράμματος, ὃ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ἐπέγραψε· καὶ αὐτὰς γὰρ ἐκεῖνος παρέθηκε τῶν θεῶν τὰς φωνάς. Λέγει γὰρ τὴν Ἑκάτην παρ' αὐτοῦ κληθεῖσαν εἰπεῖν· ἤλυθον εἰσαΐουσα τεῆς πολυφράδμονος εὐχῆς, ἣν θνητῶν φύσις εὗρε θεῶν ὑποθημοσύνῃσιν Καὶ πάλιν αἰτιωμένη τὸν κεκληκότα· τίνος, φησί, χατίζων, θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις; Καὶ ὁ Ἀπόλλων δὲ βοᾷ· κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ' ἐπέδησας ἀνάγκῃ. Καὶ πάλιν· λύετε λοιπὸν ἄνακτα· βροτὸς θεὸν οὐκέτι χωρεῖ. Διὰ δὲ τούτων δεδήλωκεν ὁ Πορφύριος, καὶ αὐτοὶ δὲ οὗτοι οἱ τὸ θεῖον ὄνομα κεκλοφότες, ὡς δυνατώτεραι αὐτῶν αἱ τῶν ἀνθρώπων ἐπίνοιαι καὶ αἱ μεμηχανημέναι ἀνάγκαι. Καὶ γὰρ ἄνωθεν αὐτοὺς καθέλκουσι καὶ κάτω δεσμοῦσι· καὶ ἀναχωρεῖν οὐκ ἰσχύουσι, πρὶν ἂν οἱ ἄνθρωποι λύσωσιν. Καὶ ἄλλα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῷδε τῷ ξυγγραφεῖ τὴν ἀσθένειαν αὐτῶν διελέγχοντα. Ὅσης δὲ αὐτῶν καὶ λώβης μεστὰ τὰ μαντεύματα, τούτοις ἄν τις ἐντυχὼν καταμάθοι ῥᾳδίως. Λιμοῦ γάρ ποτε Ἀθηναίοις ἐνσκήψαντος, ἔχρησεν ὁ Πύθιος μὴ πρότερον τοῦτον παύσασθαι, πρὶν ἂν ἑπτὰ παρθένους Ἀθηναῖοι καὶ τοσούτους ἠϊθέους σφάξωσι τῷ Μίνωϊ.