Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.18
Not analysed yet
Ἵνα δὲ μή τις ὑπολάβῃ ταῦτα ψευδῶς αὐτὸν διαπλάττειν, ὅρκον προτέθεικε τοῦ ξυγγράμματος· «Τοὺς θεοὺς» γὰρ ἔφη «διαμαρτύρομαι, ὡς οὐδὲν οὔτε προστέθεικα οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων εἰ μή τι λέξιν ἡμαρτημένην διώρθωσα ἢ πρὸς τὸ σαφέστερον μεταβέβληκα ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα.» Διὰ δὲ τούτων καὶ ἀμαθίαν τοῦ Πυθίου κατηγορεῖ. Οὐ γὰρ μόνον τὰς ἡμαρτημένας διώρθωσε λέξεις καὶ σαφεῖς τὰς ἀμφιβόλους ἀπέφηνεν, ἀλλὰ καὶ τῶν ἐπῶν τὴν χωλότητα ἰάσατο, ἣν ὁ Πύθιος διὰ τῶν ὑποφητῶν ἀπεφθέγξατο.