Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.3
Not analysed yet
Διά τοι τοῦτο πανταχοῦ γῆς τὰ τῆς ἀπάτης κατεσκεύασαν ἐργαστήρια καὶ τὰς μαντικὰς ἐπενόησαν μαγγανείας, τοὺς ἀλευρομάντεις καὶ στερνομάντεις καὶ νεκυομάντεις καὶ τὴν Κασταλίας πηγὴν καὶ τὸ Κολοφώνιον ῥεῖθρον καὶ τὴν ἱερὰν δρῦν καὶ τὸ Δωδωναῖον χαλκεῖον καὶ τὸν Κιρραῖον τρίποδα καὶ τὸν Θεσπρώτιον λέβητα, καὶ ἐν Λιβύῃ μὲν τὸ μαντεῖον τὸ Ἄμμωνος, ἐν δέ γε Δωδώνῃ τὸ τοῦ Διός, ἐν δὲ Βραγχίδαις καὶ Δήλῳ καὶ Δελφοῖς καὶ Κολοφῶνι τοῦ Κλαρίου καὶ Πυθίου καὶ Δηλίου καὶ Διδυμαίου, καὶ ἐν Λεβαδίᾳ μὲν Τροφωνίου, ἐν Ὠρωπῷ δὲ Ἀμφιάρεω, ἐν δὲ τῇ Τυρρηνῶν καὶ Χαλδαίων τῆς νεκυομαντείας τὰ ζοφώτατα ἄντρα, καὶ ἀλλαχοῦ μὲν Ἀμφιλόχου, ἀλλαχοῦ δὲ Γλαύκου καὶ ἑτέρωθι Μόψου καὶ ἄλλων τινῶν δυσωνύμων ἀνθρώπων.