Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.32
Not analysed yet
Παραπλήσιον δὲ καὶ αὐτὸ τοῦ χρησμοῦ τὸ τέλος· ὦ θεία Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. Ἠγνόει γάρ που, ὡς ἔδειξε, τοὺς τεθνηξομένους, εἴτε Πέρσαι εἶεν, εἴτε Ἀθηναῖοι. Διὰ τοῦτο γυναικῶν ἐμνήσθη μόνων, τὸ δὲ τούτων ἔθνος ἐσίγησεν· καὶ τὸ «σκιδναμένης δὲ Δημήτερος ἢ συνιούσης» ἀγνοοῦντός ἐστι παντελῶς τὸν τῆς νίκης καιρόν. Ἀλλ' ἐνταῦθα μὲν ὁ Θεμιστοκλῆς, καὶ ξυνέσει καὶ ἀνδρείᾳ χρησάμενος, οὐκ εἴασε τοῦ χρησμοῦ παντελῶς διελεγχθῆναι τὸ ψεῦδος· οὐ μὴν καὶ μελέους τοὺς Ἀθηναίους, ἀλλ' εὐδαίμονας ἔδειξεν.