Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.33
Not analysed yet
Λακεδαιμονίοις δὲ καὶ Κνιδίοις οἱ τούτου χρησμοὶ τοῖς μὲν ἧτταν, τοῖς δὲ δουλείαν προὐξένησαν. Λυκούργῳ δὲ τῷ νομοθέτῃ τοὺς ὠμοτάτους ἐκείνους καὶ αἰσχροτάτους νόμους δεδωκέναι φιλοτιμεῖται. Εἰς γὰρ Δελφοὺς ἀφικομένῳ ταῦτα ἔφη· ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσιν. Δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον· ἀλλ' ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω.