Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.49
Not analysed yet
Ὁποῖοι μὲν οὖν τῶν ὑμετέρων θεῶν οἱ χρησμοί, παρὰ τῶν ὑμετέρων μεμαθήκατε φιλοσόφων· ὁποῖα δὲ ὁ τῶν ὅλων προλέγει Θεός, καὶ ὅπως βιωφελῆ καὶ ὀνησιφόρα καὶ τῆς ἀληθείας ἀφιέντα τὴν αἴγλην, ἔξεστι τῷ βουλομένῳ καταμαθεῖν ἀκριβῶς, τοῖς θείοις ἐντετυχηκότι λόγοις. Ἐγὼ δέ γε ὀλίγων τινῶν ἀπομνημονεύσω προρρήσεων, ἵνα καὶ ἐκ παραλλήλου τὸ διάφορον δείξω. Πρώτας μέντοι ἐκείνας ἐρῶ, αἳ τὴν τῶν εἰδώλων κατάλυσιν προηγόρευσαν.