Ancient Greek
10.47 to 10.48
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.47-48
Not analysed yet
Σιγᾶν γὰρ αὐτοῖς ἐκέλευσεν ὁ ἐπιτιμῶν ἀβύσσῳ, κατὰ τὸν προφήτην, καὶ ξηραίνων αὐτήν, ὁ λέγων τῇ ἀβύσσῳ· «Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ.» Καὶ ὁ Δαφναῖος Ἀπόλλων, τὸν ἡμέτερον παρασκευάσας μετατεθῆναι νεκρόν, οὐρανόθεν ἐδέξατο τὸν σκηπτόν. Οὐ γὰρ εἴα προλέγειν αὐτὸν καὶ ξυνήθως ἀποβουκολεῖν τοὺς ἀνθρώπους τοῦ σταυρωθέντος ὁ μάρτυς, ἀλλὰ καθάπερ ὁ μέγας Παῦλος τῷ τοῦ Πύθωνος ἐπετίμησε πνεύματι, οὕτως ἡ τοῦ μάρτυρος κόνις τὸ τοῦ μάντεως ἐχαλίνωσε ψεῦδος.