Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.52
Not analysed yet
Ἢ οὐχ ὁρᾶτε τῆς ἐκκλησίας τὸ ὕψος καὶ ἅπαντας ὑποκύπτοντας καὶ ταύτῃ τὸ σέβας προσφέροντας, καὶ τοὺς μὲν πλείστους ἐθελοντάς, τοὺς δὲ ἀντιλέγοντας καὶ παρὰ γνώμην δουλεύοντας; οὐχ ὁρᾶτε τῶν ὀρέων τὰς κορυφὰς τοῦ ὑμετέρου μύσους ἀπηλλαγμένας καὶ ταῖς τῶν ἀσκητῶν καταγωγαῖς κοσμουμένας καὶ πάντας πανταχόθεν ξυρρέοντας καὶ τὸν ἐν τῇ Σιὼν ἐπιφανέντα λόγον θεολογοῦντας καὶ τὸν ἐκ τῆς Σιὼν ἀναβλύσαντα νόμον ἀσπαζομένους, καὶ τοὺς μὲν πολέμους πεπαυμένους, ἀντὶ δὲ τῶν πολεμικῶν ὅπλων τὰ τῆς γεωργικῆς μεταχειρίζοντας ὄργανα;