Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.53
Not analysed yet
ἢ οὐκ ἴστε, ὡς ὁπηνίκα ταῦτα ὁ προφήτης ἐθέσπιζεν, ἄλλος μὲν τῆς Ἱερουσαλὴμ ἐβασίλευεν, ἄλλος δὲ τῆς Σαμαρείας, καὶ ἄλλος Ἰδουμαίων, καὶ Μωαβιτῶν ἕτερος, καὶ αὖ πάλιν ἄλλος Ἀμμανιτῶν; καὶ Ἄραβες δὲ καὶ Μαδιηναῖοι καὶ Ἀμαληκίται ὑπ' ἄλλοις ἡγεμόσιν ἐτέλουν· καὶ Γάζα δὲ καὶ Ἀσκάλων καὶ Ἄζωτος, καὶ μέντοι καὶ Σιδὼν καὶ Τύρος καὶ Δαμασκὸς ὑπὸ διαφόρων ἀρχόντων ἰθύνοντο· οὐ γὰρ δὴ μόνον κατὰ πόλεις, ἀλλὰ καὶ κατὰ κώμας ἐβασιλεύοντο.