Ancient Greek
10.56 to 10.57
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.56-57
Not analysed yet
Ταύτης δὲ τῆς προφητείας τὴν ἑρμηνείαν οὐχ ἡμᾶς προσήκει ποιήσασθαι, ἀλλ' ὑμᾶς θαυμάσαι τοῦ χρησμοῦ τὴν ἀλήθειαν καὶ ξυνομολογῆσαι τὰ παρ' ὑμῶν πολλάκις γεγενημένα. Ἀλλὰ μὴ ἐρυθριάσητε, ὦ ἄνδρες· αἰδεῖσθαι γὰρ οὐ τὴν ὁμολογίαν τῆς ἁμαρτίας, ἀλλὰ τὴν πρᾶξιν προσήκει. Εἰ δὲ ὑμεῖς λέγειν οὐ βούλεσθε, ἀλλ' οὖν ἴσασιν ἅπαντες αὐτόπται γενόμενοι τῶν ἐν τῇ γῇ πολλάκις καταχωσθέντων θεῶν καὶ ὑπὸ τῶν εὐσεβεῖν δεδιδαγμένων ἀνασπασθέντων ἐκεῖθεν καὶ δήλων γεγενημένων.