Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.58
Not analysed yet
Οἱ μὲν γὰρ τῇ δυσσεβείᾳ δεδουλωμένοι κατέχωσαν, ἐπικουρεῖν ἡγούμενοι τοῖς θεοῖς, οἱ δὲ τοῖς τὰ τοιαῦτα μαστεύουσι κατεμήνυσαν, οἱ δὲ ὀρύξαντες καὶ εὗρον καὶ προὔθεσαν ἐν ταῖς ἀγοραῖς, ὥστε καὶ παρὰ γυναικῶν καὶ μειρακίων κωμῳδεῖσθαι τοὺς καλουμένους θεούς. Τὰ μὲν γὰρ ἑρπετῶν ἦν, τὰ δὲ τετραπόδων ἰνδάλματα· ἤδη δὲ καὶ νυκτερίδων καὶ μυιῶν εἰκάσματα προσεκύνησαν. Καὶ αὐτὰ μὲν ἀναιροῦσι τὰ ζῷα, τοὺς ὄφεις λέγω καὶ τοὺς σκορπίους καὶ τὰς μυίας καὶ νυκτερίδας, τὰ δὲ τούτων ἐθεοποίουν μιμήματα.