Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.60
Not analysed yet
Ταῦτα πρὸ πλειόνων ἢ χιλίων ἐτῶν τῆς Κωνσταντίνου βασιλείας προηγόρευσεν ὁ προφήτης, μεθ' ἣν τὰ τῶν δαιμόνων κατελύθη τεμένη. Ἀλλὰ καὶ πόρρωθεν ὁ θεοφόρος ἀνὴρ ὡς παρὼν ἑώρα καὶ προὔλεγε τὰ μετὰ τοσοῦτον ἐσόμενα χρόνον· ὁ δὲ Δωδωναῖος καὶ ὁ Πύθιος οὐδὲ τὰ μετὰ τρεῖς ἐσόμενα μῆνας προειπάτην, ὡς ἔμελλεν ἔσεσθαι, ἀλλὰ τῇδε κἀκεῖσε κλινομένους ἐδιδότην χρησμούς.