Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.59
Not analysed yet
Ἀλλὰ τούτων πέρι πολλοὺς ἤδη διεξήλθομεν λόγους· τῶν ἄλλων οὖν χρησμῶν καταμάθωμεν τὴν ἀλήθειαν. Τοῦ δὲ αὐτοῦ προφήτου καὶ ταῦτα τὰ ῥήματα· «Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται. Καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ οὐκέτι ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν.»