Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.65
Not analysed yet
Ὅτι δὲ τοὺς τῷ πλάνῳ τῆς δεισιδαιμονίας δεδουλωμένους οὕτως ὠνόμασε, μαρτυρεῖ τὰ ἑξῆς· «Ἐγὼ» γὰρ ἔφη «Κύριος ὁ Θεός· τοῦτό μοί ἐστιν ὄνομα. Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.» Ἅμα τε γὰρ ἐπεφάνη καὶ τῆς προσηγορίας αὐτοὺς ἐγύμνωσεν, ἣν ἁρπάσαντες ἑαυτοῖς περιέθεσαν, καὶ μετ' ὀλίγα δὲ ταῦτα πάλιν ἔφη· «Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται συντρίψαι πόλεμον καὶ ἐπεγεῖραι ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετ' ἰσχύος.» Ἔπειτα διδάσκει, τί δήποτε μὴ πάλαι τοῦτο πεποίηκε, καί φησιν· «Ἐσιώπησα ἀπ' αἰῶνος· μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς ἡ