Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.66
Not analysed yet
τίκτουσα· ἐκφανῶ καὶ ἐκστήσω καὶ ξηρανῶ ἅμα.» Κἀκεῖνα δὲ μακροθυμίας, καὶ ταῦτα φιλανθρωπίας· μακροθυμῶν γὰρ ἐξ ἀρχῆς οὐκ ἐκόλασεν. Εἶτα φειδοῖ χρησάμενος τοὺς πλανωμένους ἐκάλεσε καὶ τοὺς πλανῶντας ἐσκέδασεν· «Ἐκστήσω» γάρ φησι «καὶ ξηρανῶ ἅμα· ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ.»