Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.69
Not analysed yet
Ὅτι δὲ περὶ τῶν ἐθνῶν ταῦτα ἔφη, τὰ ἑπόμενα μαρτυρεῖ· «Ἀκούσατε, αἱ νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στῆτε, λέγει Κύριος.» Ὅτι δὲ τούτων οὐδὲν Ἰουδαίοις ἁρμόττει, καὶ τὸ τῶν νήσων ὄνομα καὶ τὸ τῶν ἐθνῶν μαρτυρεῖ. Καὶ πάλιν «Ἀκούσατέ μου, λαός μου· καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν· ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου· ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν.»