Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.70
Not analysed yet
Διὰ δὲ τούτων ἁπάντων τὴν τῶν ἐθνῶν ἐχρησμῴδησε σωτηρίαν καὶ τὸν εὐαγγελικὸν νόμον καὶ τὸ τῆς γνώσεως φῶς, ὃ διὰ τῶν ἱερῶν ἀποστόλων πᾶσιν ἀνθρώποις προσήνεγκεν. Βραχίονα μέντοι οὐ σωματικὸν ὠνόμασε μόριον—ἁπλῆ γάρ τοι ἡ θεία φύσις καὶ ἐλευθέρα ξυνθέσεως—, ἀλλὰ τροπικῶς δεδήλωκε τὴν ἰσχύν. Ἐπειδὴ γὰρ διὰ τῶν χειρῶν καὶ οἱ πολεμοῦντες παρατάττονται, καὶ οἱ γεωργοῦντες ἐργάζονται, καὶ μέντοι καὶ οἱ ἄλλην τινὰ μεταχειρίζοντες τέχνην, εἰκότως διὰ τοῦ βραχίονος παρεδήλωσε τὴν ἰσχύν, ᾗ θαρροῦντες βοῶμεν· «Οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ.»