Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.7
Not analysed yet
Ταῦτα οὐ προφήτης ἡμέτερος οὐδ' ἀπόστολος εἴρηκεν, οὐδέ τις ἄλλος τῶν ἐκείνοις πεπιστευκότων καὶ τὰ ἐκείνων δοξάζειν ἐσπουδακότων, ἀλλ' ἀνὴρ πᾶσαν μὲν ἠσκημένος παιδείαν, τῇ δὲ παλαιᾷ τῶν φιλοσόφων ἐξαπάτῃ δουλεύων· οὗτος ἔφη, πρῶτον μέν, οὐκ εἶναι τοὺς χρῶντας θεούς, ἀλλὰ δαίμονας, ἔπειτα δέ, τοὺς τούτων νεωκόρους καὶ ὑπὸ τούτων κατειλημμένους καὶ ἀναβεβακχευμένους ἐπὶ μισθῷ χρησμολογεῖν, προλέγειν δὲ οὐδὲν ἀληθές, ἀλλὰ καὶ περὶ τούτων, ὧν τὸν ἀτμὸν καὶ τὴν ἐπίπνοιαν ἔχειν νεανιεύονται, πολλὰ δεινὰ καὶ χαλεπὰ προαγγέλλειν, οὐ μόνον ἄτας καὶ πλάνας, ἀλλὰ καὶ θανάτους ἀνθρώποις παραπλησίως, καὶ τὰ ἔπη δὲ οὐκ ἔκ τινος θειασμοῦ καὶ κατακωχῆς λέγειν, ἀλλ' ἐκ τῆς Ἐμπεδοκλέους συλῶντας ποιήσεως.