Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.8
Not analysed yet
Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν· λέγει γάρ· «Καὶ περὶ μὲν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω, καθ' Ἡρόδοτον· ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοί, νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς, μανίαι τε ἄλλαι ὀρινομένων ῥιψαύχενι σὺν κλόνῳ, θεῶν μὲν οὐδενί, δαιμόνων δὲ πονηρῶν ἀποτροπῆς ἕνεκα φήσαιμ' ἂν ἐπιτελεῖσθαι, παραμυθίας τῆς παλαιᾶς ποιουμένους ἀνθρωποθυσίας.»