Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.79
Not analysed yet
Πάλιν μέντοι ὁ προφήτης τῶν ἐθνῶν τὴν σωτηρίαν θεσπίζει καὶ πρὸς τὸν τῶν ὅλων βοᾷ Θεόν· «Κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπὸ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλεια, εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶ θεοί.»