Ancient Greek
10.76 to 10.78
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.76-78
Not analysed yet
Πρώτοις μὲν γὰρ Ἰουδαίοις προσηνέχθη καὶ παρὰ τῶν προφητῶν καὶ παρὰ τῶν ἀποστόλων τὰ θεῖα κηρύγματα· ἐπειδὴ δὲ ἀντεῖπον ἐκεῖνοι, πᾶσιν ἐδωρήθη τοῖς ἔθνεσι τὰ θεόσδοτα δῶρα· καὶ καλεῖ μὲν «ὁδοὺς» ὁ τοῦ προφήτου Θεὸς τοὺς παλαιοὺς προφήτας, «ὁδὸν» δὲ «ἀγαθὴν» αὐτὸν τὸν Σωτῆρα καὶ Κύριον. Καθάπερ γὰρ εἰς τὴν βασίλειον λεωφόρον αἱ ἀπὸ τῶν κωμῶν καὶ τῶν ἀγρῶν εἰσβάλλουσιν ἀτραποί, οὕτως ἅπαντες οἱ προφῆται ταύτην τοῖς πιστεύειν ἐθέλουσιν ὑπεδείκνυον τὴν ὁδόν· καὶ αὐτὸς δὲ ὁ δεσπότης ἐν τοῖς ἱεροῖς εὐαγγελίοις βοᾷ· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Παραινεῖ τοίνυν Ἰουδαίοις τὰ τῶν προφητῶν ἀναγνῶναι θεσπίσματα καὶ ζητῆσαι τὸ θεσπιζόμενον. Ἐπειδὴ δὲ ἀντεῖπον ταῖς προφητείαις, τὴν ἀποστολικὴν προσενήνοχε σάλπιγγα. Ἐπειδὴ δὲ πάλιν εἶπον· «Οὐκ ἀκουσόμεθα», βοῶσι πρὸς αὐτοὺς οἱ θεῖοι ἄνδρες, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, καθαροὶ ἡμεῖς ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορευσόμεθα.»