Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.95
Not analysed yet
Τὰς δὲ τοῦ θεσπεσίου Δαυὶδ προφητείας τίς ἂν ῥᾳδίως ξυλλέξειεν; ἐν μὲν γὰρ τῷ δευτέρῳ ψαλμῷ τὸ τοῦ Σωτῆρος πρόσωπον ἀνειληφὼς λέγει· «Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἐν δὲ τῷ ὀγδόῳ φησίν· «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.»