Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.96
Not analysed yet
Ὁρῶμεν δὲ ταῦτα καθ' ἑκάστην τελούμενα. Ἐν δὲ τῷ ἐνάτῳ πάλιν πρὸς τὸν τῶν ὅλων λέγει Θεόν· «Ἀνάστηθι Κύριε· μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον Κύριε νομοθέτην ἐπ' αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν.» Ἐπειδὴ γὰρ εἰς ἀλογίαν ἐσχάτην ἐξέπεσε τῶν ἀνθρώπων τὸ γένος, ἀναγκαίως αὐτοῖς δοθῆναι νομοθέτην αἰτεῖ, ὥστε καὶ τὴν φύσιν ἐπιγνῶναι καὶ τῆς θηριωδίας ἀπαλλαγῆναι.