Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.15
Not analysed yet
Οἱ δὲ στωϊκοὶ ἐναντία τούτοις ἄντικρυς ἐψηφίσαντο. Τὸ γὰρ ἀκολούθως τῇ φύσει ζῆν ὡρίσαντο τέλος καὶ τὴν ψυχὴν ἔφασαν μηδὲν ὑπὸ τοῦ σώματος ἢ ὠφελεῖσθαι ἢ βλάπτεσθαι· οὔτε γὰρ εἰς ἀρετὴν αὐτὴν ἡ ὑγίεια μὴ βουλομένην βιάζεται, οὔτε εἰς κακίαν παρὰ γνώμην ἡ νόσος καθέλκει· ἀδιάφορα γὰρ ταῦτα ἔλεγον εἶναι. Ἐκεῖνο δέ γε αὐτῶν κομιδῇ τολμηρόν· ἀνθρώπου γάρ τοι καὶ θεοῦ τὴν αὐτὴν ἔλεγον ἀρετήν.