Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.14
Not analysed yet
Μᾶλλον δὲ οὗτος, ὡς ἔοικεν, ἠκολούθησε Σιμωνίδῃ τῷ ποιητῇ· ἐκεῖνος γὰρ ἔφη· «Ὑγιαίνειν μὲν ἄριστον ἀνδρί· δεύτερον δὲ φυὰν καλὸν γενέσθαι· τρίτον δὲ πλουτεῖν ἀδόλως.» Καὶ Θέογνις δὲ τὴν πενίαν φεύγειν παρεγγυᾷ καί φησιν· χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ' ἠλιβάτων.