Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.19
Not analysed yet
ἐκτός, ἐπ' ἀσπαλάθων κνάπτοντες.» Κἀν τῷ Φαίδωνι δὲ τὰ παραπλήσια λέγει· «Τρίτος» γάρ φησι «ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει, καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καιόμενον καὶ λίμνην ποιεῖ μείζω τῆς παρ' ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ. Ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης· περιελιττόμενος δέ, ἄλλοσέ τε ἀφικνεῖται καὶ παρ' ἔσχατα τῆς Ἀχερουσίας λίμνης καὶ οὐ ξυμμίγνυται τῷ ὕδατι· περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆν, ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου.