Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.20
Not analysed yet
Οὗτος δέ ἐστιν, ὃν ἐπονομάζουσι Πυριφλεγέθοντα· οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀναφυσῶσιν, ὅπου ἂν τύχωσι τῆς γῆς. Τούτου δ' αὖ κατάντικρυ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον δεινόν τε καὶ ἄγριον. Λέγεται δὲ χρῶμα ἔχειν ὅλον οἷον ὁ κυανός· ὃν δὴ ἐπονομάζουσι Στύγιον· καὶ τὴν λίμνην ποιεῖ ὁ ποταμὸς ἐμβάλλων Στύγα. Ὁ δὲ ἐμπεσὼν ἐνταῦθα καί τινας δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς καὶ περιελιττόμενος, χωρεῖ ἐναντίος τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσίᾳ λίμνῃ ἐξ ἐναντίας. Καὶ οὐδὲ τὸ ταύτης ὕδωρ οὐδενὶ μίγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ περιελθὼν ἐμβάλλει εἰς τὸν Τάρταρον ἐναντίος τῷ Πυριφλεγέθοντι.»