Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.28
Not analysed yet
τίς ἀναγγελεῖ ἡμῖν τὸν τόπον τὸν αἰώνιον;» Καὶ ἄλλα δὲ τοιαῦτα πλεῖστα ἔστι παρὰ τοῖς προφήταις εὑρεῖν. Ὁ δὲ φιλόσοφος τὰ μὲν ἐκεῖθεν λαβών, τὰ δὲ ἐκ τῶν Ἑλληνικῶν ἀναμίξας μύθων, τοὺς περὶ τούτων ἐποιήσατο λόγους· καὶ τὰ ἐφεξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν· «Τῶν» γάρ φησι «δικαστῶν, ὅπερ ἔλεγον, πρῶτον μὲν ὁ Ῥαδάμανθυς ἐκεῖνος, ἂν τοιοῦτόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔτε ὅστις οὔτε ὧντινων, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς τὸν Τάρταρον, ἐπισημαινόμενος, ἐάν τε ἰάσιμος, ἐάν τε ἀνίατος εἶναι δοκῇ· ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει. Ἐνίοτε δέ, Ἕλληνος ἰδὼν ὁσίως βεβιωκυῖαν καὶ μετὰ ἀληθείας, ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινός, μάλιστα μέν, ὡς ἔγωγέ φημι, ὦ Καλλίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος ἐν τῷ βίῳ, ἠγάσθη τε καὶ εἰς μακάρων νήσους ἀπέπεμψεν.»