Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.29
Not analysed yet
Καὶ μετὰ βραχέα ἐπήγαγεν· «Ἐγὼ μέν, ὦ Καλλίκλεις, ὑπὸ τούτων τῶν λόγων πέπεισμαι καὶ σκοπῶ, ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν. Χαίρειν οὖν ἐάσας τὰς τιμὰς τῶν πολλῶν ἀνθρώπων, τὴν ἀλήθειαν ἀσκῶν πειράσομαι τῷ ὄντι, ὡς ἂν δύνωμαι, βέλτιστος ὤν, καὶ ζῆν, καὶ ἐπειδὰν ἀποθνῄσκω, ἀποθνῄσκειν. Παρακαλῶ δὲ καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους, καθ' ὅσον δύναμαι· καὶ δὴ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον, τὸν ἀγῶνα τοῦτον, ὅν φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι· καὶ ὀνειδίζω σε, ὅτι οὐχ οἷός τε εἶ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις, ἣν νῦν ἔλεγον.