Ancient Greek
11.33 to 11.34
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.33-34
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν αὐτοῦ ἐπαινετέον, εἰ καί τινα ἐπιμιξίαν ἔχει τῶν νόθων δογμάτων, τὸν Ῥαδάμανθυν καὶ τὸν Μίνω καὶ τὰς μακάρων νήσους, καὶ μέντοι καὶ τὸ μόνας κολάζεσθαι τὰς ψυχὰς τῶν σωμάτων κεχωρισμένας. Ταῦτα γάρ που τῶν τῆς ἀληθείας δογμάτων ἀλλότρια· ἔχει δέ τινα σμικρὰν ἀμηγέπη ξυγγνώμην, τῆς ἀποστολικῆς διδασκαλίας οὐ μετασχών. Τὰς δὲ μετενσωματώσεις, ἃς ἐκ τῶν Πυθαγόρου δογμάτων ἐκεῖνος ὑφείλετο, παντάπασιν, ὦ ἄνδρες, φευκτέον. Κομιδῇ γάρ τοι ἐκεῖνα τὰ δόγματα καταγέλαστα. Περὶ γὰρ δὴ τῶν ψυχῶν τῶν εἰς τὰ σώματα καταπεμπομένων ἐν τῷ Φαίδωνι ἔφη, ὡς ἐνδοῦνται αὗται, ὥσπερ εἰκός, εἰς τὰ τοιαῦτα ἤθη, οἷα ἄττα ἂν καὶ μεμελετηκυῖαι τυγχάνωσιν ἐν τῷδε τῷ βίῳ· «