Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.35
Not analysed yet
Τὰ ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες; —Οἷον τοὺς μὲν γαστριμάργους τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν θηρίων εἰκὸς ἐνδύεσθαι, ἢ οὐχί; —Πάνυ γε εἰκὸς λέγεις. —Τοὺς δὲ ἀδικίας καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσε φαῖμεν τὰς τοιαύτας ἰέναι; —Ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα.»