Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.37
Not analysed yet
Ἐν ἐκείνοις μὲν γὰρ ἔφη κολάζεσθαι τὰς ψυχάς, τὰς μὲν εἰς τὸν Ἀχέροντα καὶ εἰς τὴν Ἀχερουσίαν λίμνην, τὰς δὲ εἰς τὴν Στύγα καὶ Κωκυτὸν καὶ Πυριφλεγέθοντα βαλλομένας· καὶ τοὺς μὲν ἀνίατα ἐπταικότας ἐν τῷ Ταρτάρῳ τοῖς τοῦ Πυριφλεγέθοντος ἀεὶ ξυμπεριφέρεσθαι ῥεύμασι, τοὺς δέ γ' ἰάσιμα πλημμελήσαντας, φερομένους ὑπὸ τοῦ κύματος, ἀντιβολεῖν τοὺς ὑπὸ σφῶν ἠδικημένους, ἐπὶ τῆς ὄχθης φαινομένους, καὶ πάλιν ὑπὸ τοῦ κύματος εἰς τὴν λίμνην ἀπάγεσθαι· ἐνταῦθα δὲ τοὺς μὲν ταῖς ἡδυπαθείαις δεδουλευκότας ὄνους γίνεσθαι ἔφη, τοὺς δὲ τυραννικὸν καὶ ἁρπακτικὸν βίον ἠγαπηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων εἰσάγεσθαι σώματα, τοὺς δέ γε τὴν πολιτικὴν ἀσκήσαντας ἀρετὴν τρισολβίων ἀπολαύειν ἄθλων, σφῆκας γινομένους καὶ μελίττας καὶ μύρμηκας· τοιαῦτα γὰρ τοῖς ἀρετῆς ἐπιμελουμένοις ὁ φιλόσοφος ἀπένειμε γέρα.