Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.36
Not analysed yet
Καὶ ἵνα μὴ πάντα λέγων μηκύνω, ἔστιν εὑρεῖν αὐτὸν λέγοντα τῶν τὴν πολιτικὴν ἀρετὴν ἠσκηκότων τὰς ψυχὰς εἰς μελίττας μετενσωματουμένας καὶ σφῆκας καὶ μύρμηκας καὶ εἴς γε τὸ ἀνθρώπειον γένος. Ταῦτα δὲ οὐ μόνον γέλωτος ἄξια, ἀλλὰ καὶ οἷς ἤδη εἴρηκεν ἄντικρυς ἐναντία.