Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.46
Not analysed yet
Καὶ μέντοι καὶ ὁ Πλούταρχος, ἐν οἷς Περὶ ψυχῆς ἔγραψε, καὶ τὸν δικαστὴν ὑπέδειξε καὶ τοῦ δικαστηρίου τοὺς ὑπηρέτας, διήγημά τι τοιοῦτον ἐνθεὶς τῷ ξυγγράμματι· «Ἀντύλλῳ» φησί «τούτῳ καὶ αὐτοὶ παρῆμεν ἅμα Σωσιτέλει καὶ Ἡρακλέωνι διηγουμένῳ. Ὡς γὰρ ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς, ἀνενεχθεὶς μικρὸν ἔκ τινος οὐ βιαίου καταφορᾶς, ἄλλο μὲν οὔτε ἔπραξεν οὔτε εἶπε παρακινητικόν, ἔλεγε δὲ τεθνάναι καὶ πάλιν ἀφεῖσθαι καὶ μὴ τεθνήξεσθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν, αὐτὸν ἥκειν ἀντ' ἐκείνου κομίζοντας· ὁ δὲ Νικανδᾶς ἦν σκυτοτόμος.» Λέγει δὲ καὶ ὡς, τοῦ Νικανδᾶ τελευτήσαντος, παραυτίκα ὁ Ἄντυλλος ἐρρώσθη.