Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.47
Not analysed yet
Ὁποῖα μὲν οὖν τῶν φιλοσόφων τὰ δόγματα, καὶ ὡς οἱ μὲν αὐτῶν τῇ γαστρὶ τὴν εὐδαιμονίαν ἐμέτρησαν, οἱ δὲ καὶ τελειοτέρων ἥψαντο λόγων, καὶ οἱ μὲν μέχρι τῶν τάφων ἐνόμισαν εἶναι τῶν ἀνθρώπων τὸν βίον, οἱ δὲ καὶ τὰς τῶν βεβιωμένων ὠνειροπόλησαν ἀντιδόσεις καὶ ὑπέδειξαν, ὡς ἐνῆν τῷ λόγῳ, τὰ φρίκης γέμοντα κολαστήρια, οὐδὲ ταῦτα τῶν μύθων καταλελοιπότες ἐλεύθερα, δι' ὧν εἰρήκαμεν, μεμαθήκατε. Ὥρα δὲ λοιπὸν ὑμᾶς καὶ τὰ θεοπρεπῆ τῶν ἱερῶν εὐαγγελίων δόγματα θεωρῆσαι.