Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.48
Not analysed yet
Ἀρχὴν τοίνυν τῶν ἀγαθῶν οὗτοί γε εἶναί φασι τὸν ἐπαινούμενον φόβον· «Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου», κατά γε τὸν Σολομῶντα καὶ τὸν ἐκείνου πατέρα· τέλος δὲ τὸν τοῖς θείοις νόμοις διακοσμούμενον βίον· «Μακάριοι» γάρ φησιν «οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.»