Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.64
Not analysed yet
ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.» Ἐκείνων δὲ φάντων μηδέν τι τούτων πώποτε δεδρακέναι—ἴδιον γὰρ τὸ μετριάζειν τῶν τῆς ἀρετῆς ἀθλητῶν καὶ κατακρύπτειν τὸν πλοῦτον— «ἐρεῖ» φησι «πρὸς αὐτοὺς ὁ βασιλεύς· ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ, ἐμοὶ ἐποιήσατε.» Οὕτω τούτους ἀνακηρύξας καὶ δεδωκὼς τὰ γέρα τῶν πόνων, «ἐρεῖ» φησι «καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.»