Ancient Greek
11.65 to 11.66
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.65-66
Not analysed yet
Δήλας δὲ καὶ τούτοις τῶν τιμωριῶν τὰς αἰτίας ποιεῖ· οὐδεὶς γὰρ ἔδρασεν ἐκείνων, ἃ τῶν δικαίων ἐπετέλεσεν ὁ χορός, καὶ οὐδὲ τὴν ἐσχάτην ἐκείνων ζηλοῦσιν εὐλάβειαν. Ἐκεῖνοι μὲν γάρ, πάντα ἐκεῖνα πεποιηκότες, ἠρνήθησαν· οὗτοι δέ, καὶ μὴ δεδρακότες, πεποιηκέναι φασίν· ἀλλὰ καὶ τὸν ἔλεγχον δέξονται καὶ τῇ τιμωρίᾳ παραδοθήσονται. Ταῦτα, ὦ ἄνδρες, παραβάλετε τοῖς ἐπαινουμένοις τοῦ Πλάτωνος λόγοις. Ὁ γάρ τοι ἄλλος λῆρος καὶ τοῦδε καὶ τῶν ἄλλων τοῦ σκότους ἐκείνου γε ἄξιος· ἃ δέ γε καὶ ἡμεῖς ἐπῃνέσαμεν, ἔχει τινὰ πρὸς ταῦτα ξυγγένειαν.