Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.69
Not analysed yet
Εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις καὶ λῆρον ἡγεῖται τῶν ἀποστόλων τὰ ῥήματα, τῇδε μαθέτω τὴν τούτων ἀλήθειαν. Πολλὰ περὶ τοῦ μέλλοντος βίου καὶ ὁ δεσπότης Χριστὸς καὶ οἱ τούτου γε κήρυκες προηγόρευσαν· ἐθέσπισαν δὲ καὶ ἄλλα ἄττα, ἐκείνῳ μὲν οὐδαμῶς, τῷδε δὲ τῷ βίῳ προσήκοντα. Ἐξετάσατε τοίνυν, ὦ ἄνδρες, τὰς τοῦδε πέρι γεγενημένας προρρήσεις· κἂν εὕρητε ἀληθεῖς καὶ τοῖς πράγμασιν ἐναργῶς ξυμβαινούσας, δέξασθε ἀδηρίτως ἐκεῖνα τὰ περὶ τῶν μελλόντων τεθεσπισμένα.