Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.68
Not analysed yet
ἀόρατος γὰρ ἡ τῆς θεότητος φύσις. Τῷ τοι καὶ υἱὸν ἀνθρώπου ἑαυτὸν προσηγόρευσεν, ἐπειδὴ ταύτην οἱ κρινόμενοι θεωροῦσι τὴν φύσιν. Διὸ δὴ καὶ ὁ θεῖος ἀπόστολος ἐν Ἀθηναίοις δημηγορῶν οὕτως ἔφη· «Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρί, ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.»