Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.76
Not analysed yet
Ἐπὶ ταύτῃ» γὰρ ἔφη «τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἔστι δὲ ἰδεῖν καὶ κατὰ τὴν πρόρρησιν μεμερισμένας τὰς οἰκίας· ἢ γὰρ οἱ ἄνδρες ὑπὸ τῆς πίστεως ζωγρηθέντες ἀπιστούσαις ἔτι ταῖς γυναιξὶ διαμάχονται, ἢ αἱ γυναῖκες τὸν τῆς εὐσεβείας δεξάμεναι ζυγὸν ἀλωμένους ἔτι τοὺς ἄνδρας σαγηνεύειν σπουδάζουσιν. Καὶ ἡ ἀναγκαία διαίρεσις ἕνωσιν ἀξιέπαινον πραγματεύεται.