Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.77
Not analysed yet
Καὶ ἵνα τὰς ἄλλας καταλίπω προρρήσεις, γυνή τις ἀλάβαστρον μύρου τοῖς ἁγίοις αὐτοῦ ποσὶ προσενήνοχεν. Ταύτης τὴν πίστιν ἀποδεχόμενος πρὸς τὸν τῶν μαθητῶν ἔφη χορόν· «Ἀμὴν λέγω ὑμῖν, ὅτι ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο τῆς βασιλείας, κηρυχθήσεται καὶ ὃ ἐποίησεν ἡ γυνὴ αὕτη εἰς μαρτύριον αὐτῆς.» Ταύτην δὲ τὴν πρόρρησιν καὶ νῦν ἐστι περατουμένην ἰδεῖν· πανταχοῦ γὰρ γῆς καὶ θαλάττης καὶ τὸ εὐαγγέλιον τὸ θεῖον ἀναγινώσκεται, καὶ τῆς γυναικὸς ἡ πίστις ἀνακηρύττεται.