Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.8
Not analysed yet
Ὁ δὲ πολυθρύλητος Πυθαγόρας τὴν τελεωτάτην τῶν ἀριθμῶν ἐπιστήμην ἔσχατον ὑπέλαβεν ἀγαθόν· ὁ Ἑκαταῖος δὲ τὴν αὐτάρκειαν, ὁ δὲ Ἀντισθένης τὴν ἀτυφίαν, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τὴν θεωρίαν τοῦ βίου καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν, φιλοσόφῳ δὴ πρέποντα ὁρισάμενος ὅρον. Μέγιστον γὰρ ἀληθῶς ἀγαθὸν τὸ ξυνιδεῖν τῶν πραγμάτων τὴν φύσιν καὶ τῶν ῥεόντων καταφρονῆσαι καὶ τὴν ψυχὴν ἀδούλωτον καὶ ἐλευθέραν διατηρῆσαι.