Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.9
Not analysed yet
Πλάτων δὲ ὁ Ἀρίστωνος τῇ μεγαλονοίᾳ τοῦ ὅρου καὶ τοῦτον ἀπέκρυψε· τὸ γὰρ «ὁμοιωθῆναι τῷ θεῷ κατὰ τὸ δυνατὸν» τέλος ὡρίσατο ἀγαθῶν. Ἀξιέπαινος μὲν οὖν καὶ ἡ περὶ τὴν μίμησιν τῶν θείων παραίνεσις· ἡ δὲ τοῦ «κατὰ τὸ δυνατὸν» προσθήκη ἀξιαγαστότερον τὸν ὅρον ἀπέφηνεν· οὐ γὰρ κατὰ πάντα δυνατὸν ὁμοιωθῆναι Θεῷ. Πῶς γὰρ ἄν τις ὁρατὸς ὢν ὁμοιωθείη τῷ ἀοράτῳ, καὶ βραχὺς ὢν καὶ τόπῳ σμικρῷ περιγεγραμμένος τῷ ἀπεριγράφῳ καὶ τὴν κτίσιν ξυνέχοντι, καὶ αὖ πάλιν τῷ αἰωνίῳ πρόσφατος ὤν, καὶ τῷ τὰ πάντα τεκτηναμένῳ μηδὲ πηχυαῖον οὐρανὸν δημιουργῆσαι δυνάμενος;