Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.81
Not analysed yet
Εἰ δὲ ἀληθής, ὥσπερ οὖν ἀληθής—θεία γάρ—ἡ ὑπόσχεσις, οὐκ ἀνόνητα, ὦ φίλοι ἄνδρες, τὰ τῆς θείας διδασκαλίας μαθήματα. Οὐρανῶν γὰρ βασιλείαν καὶ ζωὴν τέλος οὐ δεχομένην καὶ φῶς νοερὸν καὶ τὴν μετὰ τῶν ἀσωμάτων χορείαν τοῖς πειθομένοις ὑπέσχετο, ὥσπερ αὖ κόλασιν αἰώνιον τοῖς ἀπιστοῦσιν ἠπείλησε·