Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.80
Not analysed yet
Ὁ γάρ τοι τὰ ταῖς ξυνθήκαις οὐκ ἐγκείμενα δωρησάμενος καὶ φιλοτιμίᾳ τὰς ὑποσχέσεις ὑπερβαλὼν δώσει πάντως, ἅπερ ὑπέσχετο, καὶ ἃ τοῖς ἀγωνιζομένοις ἐπέδειξεν ἆθλα. Σχέτλιον γὰρ τοὺς μὲν γυμνασιάρχους παρέχειν τοῖς ἀθληταῖς τὸν ὑπεσχημένον μισθόν, καὶ τοὺς ἐπί τῴ τινας μισθουμένους μετὰ τὸν πόνον πληροῦν τὰ ξυγκείμενα, τὸν δὲ τῶν ὅλων δημιουργόν, ὃς δι' ἀγαθότητα μόνην καὶ τοῖς μὴ οὖσι τὸ εἶναι παρέσχε καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἐπετέλεσε καὶ τοῖς οὐχ ὁρῶσι τὸ φῶς τὸ τῆς θεογνωσίας ἐχαρίσατο φῶς, τοῦτον φάναι τὰς οἰκείας μὴ πληρώσειν ἐπαγγελίας.